(Για να διαβάσετε το κείμενο σε μορφή PDF, επιλέξτε εδώ)
Πρωτ. 4214
Διεκπ. 1868
Αθήνα 8ῃ Σεπτεμβρίου 2017
Πρός
τήν Ἱεράν Ἀρχιεπισκοπήν Ἀθηνῶν καί
τάς Ἱεράς Μητροπόλεις τῆς Ἐκκλησίας τῆς Ἑλλάδος
Συνοδικῇ Ἀποφάσει, ληφθείσῃ ἐν τῇ συνεδρίᾳ τῆς Διαρκοῦς Ἱερᾶς Συνόδου, τῆς 31ης Αὐγούστου ἐ.ἔ., γνωρίζομεν ὑμῖν ὅτι ἡ Διαρκής Ἱερά Σύνοδος, ἐν τῇ ῥηθείσῃ συνεδρίᾳ Αὐτῆς, ἰδοῦσα τόν λόγον τοῦ Κυρίου «ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε» (Ματθ. 21, 33), λαβοῦσα δ᾿ ὑπ᾿ ὄψιν τήν εἰθισμένην πρακτικήν λήψεως εἰδικῆς ἀδείας ἐκ μέρους τῶν Ἀρχιερέων, ἀλλά καί τῶν Πρεσβυτέρων καί Διακόνων τῆς Ἐκκλησίας τῆς Ἑλλάδος πρός εἴσοδον καί Ἱεροπραξίαν ἐν τῷ Ἁγιωνύμῳ Ὄρει καί τοῖς γεραροῖς σεβάσμασιν αὐτοῦ, ἤχθη εἰς τήν Ἀπόφασιν ὅπως ἐπ᾿ ἀμοιβαιότητι, ἀπό τοῦδε καί ἐφ᾿ ἑξῆς, προκειμένου Ἡγούμενός τις Ἱερᾶς Μονῆς τοῦ Ἁγίου Ὄρους, Γέρων Ἁγιορειτικοῦ Σεβάσματος ἤ καί ἐκ τῶν λοιπῶν τις Ἱερομονάχων καί Ἱεροδιακόνων ἵνα ἱεροπρακτήσῃ ἤ καί ὁμιλήσῃ, προσκαλούμενος εἰς ἐπαρχίαν τινά τῆς Ἐκκλησίας τῆς Ἑλλάδος ἤ ἐπισκεπτόμενος αὐτήν, δέον ὅπως μερίμνῃ τῆς ἐπιχωρίου Ἱερᾶς Μητροπόλεως ἐφοδιάζηται προηγουμένως δι᾿ ἀδείας ἐπί τούτῳ τῆς Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος.
Ἐντολῇ τῆς Ἱερᾶς Συνόδου
Ὁ Ἀρχιγραμματεύς
† Ὁ Μεθώνης Κλήμης