Επιλέξτε τη γλώσσα σας

Ἀριθ. Πρωτ. 1720
Ἀριθ. Διεκπ. 687


Παναγιώτατε καὶ Θειότατε Ἀρχιεπίσκοπε Κωνσταντινουπόλεως, Νέας Ῥώμης καὶ Οἰκουμενικὲ Πατριάρχα, ἐν Χριστῷ τῷ Θεῷ λίαν ἀγαπητὲ καὶ περι-πόθητε ἀδελφὲ καὶ συλλειτουργὲ τῆς ἡμῶν Μετριότητος, κύριε Βαρθολομαῖε, τὴν Ὑμετέραν Θειοτάτην Παναγιότητα ἐν Κυρίῳ κατασπαζόμενοι ὑπερήδιστα προσαγορεύομεν.

«Χθὲς συνεσταυρούμην Χριστῷ, σήμερον συνδοξάζομαι· χθὲς συνενεκρούμην, συζωοποιοῦμαι σήμερον· χθὲς συνεθαπτόμην, σήμερον συνεγείρομαι» (Γρηγ. Θεολ. Λόγ. Α´ Εἰς τὸ Ἅγιον Πάσχα, ΕΠΕ, τ. 1, σ. 66), θεολογεῖ ὁ τῶν θείων μυστηρίων ὑμνηπόλος ἐράσμιος, Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος, ἐπὶ τῷ Πάσχᾳ τῷ Καινῷ.

Σύμπασα δὲ ἡ τοῦ Χριστοῦ Ἐκκλησία καθηδύνεται εὐφραινομένη τοῖς τούτου ῥήμασι, εὐλογοῦσα εἰς τοὺς αἰῶνας τὸν ἐκ κευθμώνων ᾍδου ἀνατεί-λαντα Κύριον Ἰησοῦν, τὸν τοῦ παντὸς Βασιλέα, τὸν διαλύοντα πᾶν ἔρεβος καὶ σῴζοντα τὸν ἐν ὀδύναις καὶ σκιᾷ θανάτου καθήμενον ἄνθρωπον.

Τὸν ἄνθρωπον, ὅστις, οὐχὶ σπανίως, θεωρῶν ἐν τῇ ἀγνοίᾳ αὐτοῦ ὅτι δύναται ὑπάρξαι ἄνευ τοῦ ἑαυτοῦ Δημιουργοῦ, τοῦ ἐνεγκόντος τοῦτον ἐκ τῆς ἀνυπαρξίας εἰς τὴν ὕπαρξιν, ὑπερφρονεῖ «παρ’ ὃ δεῖ φρονεῖν» (Ῥωμ. 12,3), πε-ποιθὼς οὐχὶ ἐπὶ Θεῷ ζῶντι, ἀλλ’ ἐπὶ ταῖς ἰδίαις αὐτοῦ δυνάμεσι, τῷ ἐγωισμῷ, τῇ δῆθεν παγγνωσίᾳ καὶ τοῖς τούτοις παρεπομένοις δεινοῖς. Ἀλλ’ ὅμως αἱ ἀνή-κουστοι ἀδικίαι, ἡ ἀποξένωσις ἐκ τῆς εἰρήνης καὶ τῆς ἀγάπης, αἱ παράλογοι πολεμικαὶ συρράξεις, ἡ ἔκχυσις αἵματος ἀθῴων καὶ ἡ ἐν τοῖς πράγμασιν ἄρνη-σις τοῦ μόνου ἀληθινοῦ Θεοῦ διαψεύδουσι τὴν ἀνθρωπίνην μεγαλαυχίαν καὶ φέρουσιν εἰς τὸν νοῦν ἡμῶν τὴν τοῦ ἀτρεκοῦς ποιητοῦ εὔστοχον ῥῆσιν· «Οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο πάντων, ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει» (Ὀδ. σ, 130).

Ὥστε διὰ τῆς κατὰ τὸ φαινόμενον δυνάμεως καὶ σοφίας τοῦ ἀνθρώπου δείκνυται ἡ ἀδυναμία αὐτοῦ, ἡ περὶ τὴν συνύπαρξιν ἀνεπάρκεια, ἡ ἀστοχία, ἡ ἁμαρτία. Ἀλλὰ δόξα τῷ Θεῷ καὶ Πατρὶ τῶν Φώτων πάντων ἕνεκα. Δόξα τῷ ἐκ νεκρῶν Ἀναστάντι Υἱῷ Αὐτοῦ, Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, «ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, ἵνα, καθὼς γέ-γραπται, ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω» (Α´ Κορ. 1, 30–31). Δόξα τῷ Ἁγίῳ Πνεύματι, τῷ φωτίσαντι καὶ εὐωδιάσαντι τὸν κόσμον, τῇ ζωηφόρῳ καὶ ἀκτι-νοβόλῳ παρακλήσει Αὐτοῦ. Ὅτι ὁ Κύριος δέδωκεν ἡμῖν τὴν χάριν καὶ τὴν ἐξ Αὐτοῦ δύναμιν τοῦ «μὴ συσχηματίζεσθαι τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦ-σθαι τῇ ἀνακαινώσει τοῦ νοὸς ἡμῶν» (Ῥωμ. 12, 2).

Διὸ καὶ ἡμεῖς, οἱ εἰς Χριστὸν Ἀναστάντα πιστεύοντες καὶ Αὐτῷ μόνῳ λατρεύοντες καί, χάριτι θείᾳ μέλη τῆς Ἁγίας Αὐτοῦ Καθολικῆς καὶ Ἀποστολι-κῆς Ἐκκλησίας ὄντες, ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ ἀναβοῶμεν «τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς» (Ἐφεσ. 2, 17), τοῖς οὐρανοῖς τῶν οὐρανῶν, τῇ γῇ καὶ τοῖς καταχθονίοις, τοῖς ὁρωμένοις τε καὶ ἀοράτοις, τοῖς ἄστροις, τῷ ἡλίῳ καὶ τῇ σελήνῃ, τοῖς ἀγγέλοις καὶ τοῖς ἀνθρώποις καὶ τῷ σύμπαντι κόσμῳ τὴν ἐπινίκιον τῆς Ἐκκλησίας ᾠδήν·
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας
καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

Νῦν δὲ γηθοσύνως, κατακολουθοῦντες ἀρχαίῳ τῆς Ἐκκλησίας ἔθει, ἐν πλησμονῇ ἀγάπης καὶ ἐκ μέσης καρδίας, τὴν Ὑμετέραν Θειοτάτην Παναγιό-τητα τῷ διαληφθέντι ὕμνῳ ἀδελφοποθήτως προσαγορεύομεν καὶ περιπτυσ-σόμεθα ἀσπασμῷ πασχαλίῳ, ἐπευχόμενοι, ὅση ἡμῖν δύναμις, ἵνα, κατὰ τὸν Θε-ολόγον Γρηγόριον· «Καρποφορήσωμεν τῷ ὑπὲρ ἡμῶν παθόντι καὶ ἀναστάντι … Καρποφορήσωμεν ἡμᾶς αὐτούς, τὸ τιμιώτατον Θεῷ κτῆμα καὶ οἰκειότατον· ἀπο-δῶμεν τῇ εἰκόνι τὸ "κατ’ εἰκόνα", γνωρίσωμεν ἡμῶν τὸ ἀξίωμα, τιμήσωμεν τὸ ἀρχέτυπον, γνῶμεν τοῦ μυστηρίου τὴν δύναμιν, καὶ ὑπὲρ τίνος Χριστὸς ἀπέ-θανε» (Γρηγ. Θεολ., ἔνθ. ἀν., σσ. 66–68).

Πρὸς τούτοις, ἐπευχόμεθα ὅπως ὁ ἐν φωτὶ ἀϊδίῳ ὑπάρχων Κύριος Ἰησοῦς Χριστός, ὁ ἀληθινὸς Θεὸς ἡμῶν καὶ Ἀναστὰς ἐκ νεκρῶν, χαρίζηται ἁπάσῃ τῇ οἰκουμένῃ ὁμόνοιαν, εἰρήνην καὶ τὸ μέγα ἔλεος· διακυβερνᾷ δέ, ταῖς τοῦ θείου Πνεύματος πραείαις αὔραις, τὴν νοητὴν ὁλκάδα τῆς Ἁγίας Αὐτοῦ Μεγάλης Ἐκκλησίας, καθοδηγῶν Αὐτὴν ἀσφαλῶς εἰς τὸν σωτήριον λιμένα τῆς γαληνιαίας Βασιλείας Αὐτοῦ. Ὑμῖν δὲ τῷ πεπνυμένῳ τῆς θεομεγαλύντου Κωνσταντινουπολίτιδος Ἐκκλησίας Ἰθύντορι καὶ Ἀρχιποίμενι παρέχῃ ὑγίειαν σώματος καὶ ψυχῆς, δύναμιν οὐρανόθεν καὶ πᾶσαν ἄλλην δωρημάτων τελείων δαψί-λειαν εἰς τὸ διαποιμαίνειν εὐκλεῶς καὶ εἰς χρόνους πολλοὺς καὶ ἀγαθοὺς, ἐν χρηστότητι καὶ δικαιοσύνῃ πρὸς δόξαν τοῦ δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν Ἐνανθρωπήσαντος, Παθόντος, Ταφέντος καὶ Ἀνα-στάντος Υἱοῦ καὶ Λόγου τοῦ ζῶντος Θεοῦ, καὶ κλέος τῆς Ἐκκλησίας Αὐτοῦ.

Δέξασθε οὖν καὶ αὖθις τὸν πασχάλιον ἀδελφικὸν ἡμῶν ἀσπασμόν, τὰς πλέον ἐνθέρμους προσρήσεις καὶ τὴν διαβεβαίωσιν τῆς πρὸς Ὑμᾶς ἰδιαζούσης τιμῆς, μεθ’ ὧν διατελοῦμεν τῆς Ὑμετέρας Σεπτῆς Κορυφῆς


Ἀθήνησι 4ῃ Ἀπριλίου 2023