Ἀριθ. Πρωτ. 3202
Ἀριθ. Διεκπ. 1349
Ἀθήνησι 15ῃ Ἰουλίου 2020
Παναγιώτατε καὶ Θειότατε Ἀρχιεπίσκοπε Κωνσταντινουπόλεως, Νέας Ῥώμης καὶ Οἰκουμενικὲ Πατριάρχα, ἐν Χριστῷ τῷ Θεῷ λίαν ἀγαπητὲ καὶ περιπόθητε ἀδελφὲ καὶ συλλειτουργὲ τῆς ἡμῶν Μετριότητος, κύριε Βαρθολομαῖε, τὴν Ὑμετέραν Θειοτάτην Παναγιότητα ἐν Κυρίῳ κατασπαζόμενοι ὑπερήδιστα προσαγορεύομεν.
Διαπέμπομεν Ὑμῖν, συνημμένως ὧδε, τὸ ὑπ᾿ ἀριθ. 3199/1346/15.7.2020 ἔγγραφον τῆς Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, ἀπευθυνόμενον πρός:
1. τὸν Ἐκπαιδευτικόν, Ἐπιστημονικὸν καὶ Πολιτιστικὸν Ὀργανισμὸν τῶν Ἡνωμένων Ἐθνῶν (UNESCO),
2. τὸ Διεθνές Συμβούλιον Μνημείων καὶ Τοποθεσιῶν (ICOMOS),
3. τὸ Ἑλληνικὸν Τμῆμα τοῦ Διεθνοῦς Συμβουλίου Μνημείων καὶ Τοποθεσιῶν (ΕΛΛΗΝΙΚΟ ICOMOS),
περιλαμβάνον τὴν θέσιν τῆς Ἁγιωτάτης Ἐκκλησίας ἡμῶν ὡς πρὸς τὴν μετατροπὴν τοῦ Ναοῦ τῆς Ἁγίας τοῦ Θεοῦ Σοφίας Κωνσταντινουπόλεως εἰς ἰσλαμικὸν τέμενος, πρὸς Ὑμετέραν ἐνημέρωσιν.
Ἐπὶ δὲ τούτοις, καὶ αὖθις τὴν Ὑμετέραν Παναγιότητα κατασπαζόμενοι φιλήματι ἀγάπης ἐν Χριστῷ τῷ Θεῷ καὶ Σωτῆρι ἡμῶν, διατελοῦμεν.
Ἀγαπητός ἐν Χριστῷ ἀδελφός
† Ὁ Ἀθηνῶν ΙΕΡΩΝΥΜΟΣ, Πρόεδρος